Ancient Greek · ~3 min
14.3 to 14.4
Plutarch, Σόλων 14.3-4
Not analysed yet
ὅθεν ἐπʼ ἐλπίδος μεγάλης ἑκατέρων γενομένων οἱ προϊστάμενοι προσέκειντο τῷ Σόλωνι τυραννίδα προξενοῦντες καὶ ἀναπείθοντες εὐτολμότερον ἅψασθαι τῆς πόλεως ἐγκρατῆ γενόμενον. πολλοὶ δὲ καὶ τῶν διὰ μέσου πολιτῶν, τὴν ὑπὸ λόγου καὶ νόμου μεταβολὴν ὁρῶντες ἐργώδη καὶ χαλεπὴν οὖσαν, οὐκ ἔφευγον ἕνα τὸν δικαιότατον καὶ φρονιμώτατον ἐπιστῆσαι τοῖς πράγμασιν. ἔνιοι δέ φασι καὶ μαντείαν γενέσθαι τῷ Σόλωνι Πυθοῖ τοιαύτην· ἧσο μέσην κατὰ νῆα κυβερνητήριον ἔργον εὐθύνων· πολλοί τοι Ἀθηναίων ἐπίκουροι. μάλιστα δὲ οἱ συνήθεις ἐκάκιζον εἰ διὰ τοὔνομα δυσωπεῖται τὴν μοναρχίαν, ὥσπερ οὐκ ἀρετῇ τοῦ λαβόντος εὐθὺς ἂν βασιλείαν γενομένην, καὶ γεγενημένην πρότερον μὲν Εὐβοεῦσι Τυννώνδαν, νῦν δὲ Μιτυληναίοις Πιττακὸν ᾑρημένοις τύραννον.