Ancient Greek · ~2 min
Chapter 14
Plutarch, Σόλων 14.5
Not analysed yet
τούτων οὐδὲν ἐξέκρουσε τὸν Σόλωνα τῆς αὑτοῦ προαιρέσεως, ἀλλὰ πρὸς μὲν τοὺς φίλους εἶπεν, ὡς λέγεται, καλὸν μὲν εἶναι τὴν τυραννίδα χωρίον, οὐκ ἔχειν δὲ ἀπόβασιν, πρὸς δὲ Φῶκον ἐν τοῖς ποιήμασι γράφων· εἰ δὲ γῆς (φησίν) ἐφεισάμην πατρίδος, τυραννίδος δὲ καὶ βίης ἀμειλίχου οὐ καθηψάμην μιάνας καὶ καταισχύνας κλέος, οὐδὲν αἰδεῦμαι· πλέον γὰρ ὧδε νικήσειν δοκέω πάντας ἀνθρώπους. Solon, Frag. 32 (Bergk). ὅθεν εὔδηλον ὅτι καὶ πρὸ τῆς νομοθεσίας μεγάλην δόξαν εἶχεν.