Ancient Greek · ~2 min
Chapter 14
Plutarch, Σόλων 14.6
Not analysed yet
ἃ δὲ φυγόντος αὐτοῦ τὴν τυραννίδα πολλοὶ καταγελῶντες ἔλεγον, γέγραφεν οὕτως· οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ· ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο. περιβαλὼν δʼ ἄγραν ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγα δίκτυον, θυμοῦ θʼ ἁμαρτῇ καὶ φρενῶν ἀποσφαλείς. ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν καὶ τυραννεύσας Ἀθηνῶν μοῦνον ἡμέραν μίαν, ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρῖφθαι γένος. Solon, Frag. 33 (Bergk).