Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Σόλων 16.1
Not analysed yet
ἤρεσε δʼ οὐδετέροις, ἀλλʼ ἐλύπησε καὶ τοὺς πλουσίους ἀνελὼν τὰ συμβόλαια, καὶ μᾶλλον ἔτι τοὺς πένητας, ὅτι γῆς ἀναδασμὸν οὐκ ἐποίησεν ἐλπίσασιν αὐτοῖς, οὐδὲ παντάπασιν, ὥσπερ ὁ Λυκοῦργος, ὁμαλοὺς τοῖς βίοις καὶ ἴσους κατέστησεν. ἀλλʼ ἐκεῖνος μὲν ἑνδέκατος ὢν ἀφʼ Ἡρακλέους καὶ βεβασιλευκὼς ἔτη πολλὰ τῆς Λακεδαίμονος, ἀξίωμα μέγα καὶ φίλους καὶ δύναμιν οἷς ἔγνω καλῶς περὶ τῆς πολιτείας ὑπηρετοῦσαν εἶχε, καὶ βίᾳ μᾶλλον ἢ πειθοῖ χρησάμενος, ὥστε καὶ τὸν ὀφθαλμὸν ἐκκοπῆναι, κατειργάσατο τὸ μέγιστον εἰς σωτηρίαν πόλεως καὶ ὁμόνοιαν, μηδένα πένητα μηδὲ πλούσιον εἶναι τῶν πολιτῶν·