Ancient Greek
Chapter 16
Plutarch, Σόλων 16.2
Not analysed yet
σόλων δὲ τούτου μὲν οὐκ ἐφίκετο τῇ πολιτεία δημοτικὸς ὢν καὶ μέσος, ἐνδεέστερον δὲ τῆς ὑπαρχούσης δυνάμεως οὐδὲν ἔπαξεν, ὁρμώμενος ἐκ μόνου τοῦ βούλεσθαι καὶ πιστεύειν αὐτῷ τοὺς πολίτας. ὅτι δʼ οὖν προσέκρουσε τοῖς πλείστοις ἕτερα προσδοκήσασιν, αὐτὸς εἴρηκε περὶ αὐτῶν, ὡς χαῦνα μὲν τότʼ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον. Solon, Frag. 34 (Bergk) καίτοι φησὶν ὡς, εἴ τις ἄλλος ἔσχε τὴν αὐτὴν δύναμιν, οὐκ ἂν κατέσχε δῆμον, οὐδʼ ἐπαύσατο, πρὶν ἀνταράξας, πῖαρ ἐξεῖλεν γάλα. Solon; Aristot. Ath. Pol. 12. 5