Ancient Greek
Chapter 22
Plutarch, Σύλλας 22.5
Not analysed yet
ἐκ τούτου μεταβαλὼν ὁ Ἀρχέλαος καὶ προσκυνήσας ἐδεῖτο παύσασθαι τοῦ πολέμου καὶ διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην. δεξαμένου δὲ τοῦ Σύλλα τήν πρόκλησιν ἐγένοντο συνθῆκαι, Μιθριδάτην μὲν Ἀσίαν ἀφεῖναι καὶ Παφλαγονίαν, ἐκστῆναι δὲ Βιθυνίας Νικομήδει καὶ Καππαδοκίας Ἀριοβαρζάνῃ, καταβαλεῖν δὲ Ῥωμαίοις δισχίλια τάλαντα καὶ δοῦναι ναῦς ἑβδομήκοντα χαλκήρεις μετὰ τῆς οἰκείας παρασκευῆς, Σύλλαν δὲ ἐκείνῳ τήν τε ἄλλην ἀρχὴν βεβαιοῦν καὶ σύμμαχον Ῥωμαίων ψηφίζεσθαι.