Ancient Greek · ~1 min
Chapter 23
Plutarch, Σύλλας 23.1
Not analysed yet
τούτων ὁμολογηθέντων ἀναστρέψας ἐβάδιζε διὰ Θετταλίας καὶ Μακεδονίας ἐπὶ τὸν Ἑλλήσποντον, ἔχων μεθʼ αὐτοῦ τὸν Ἀρχέλαον ἐν τιμῇ. καὶ νοσήσαντος ἐπισφαλῶς περὶ Λάρισσαν ἐπιστήσας τὴν πορείαν, ὡς ἑνὸς τῶν ὑπʼ αὐτὸν ἡγεμόνων καὶ στρατηγῶν ἐπεμελήθη.