Ancient Greek
12.5 to 12.8
Plutarch, Τίτος 12.5-8
Not analysed yet
οὐ γὰρ προσδεχόμενοι μόνον τοὺς ἡγεμόνας αὐτῶν, ἀλλὰ καὶ μεταπεμπόμενοι καὶ καλοῦντες ἐνεχείριζον αὑτούς, οὐδὲ δῆμοι καὶ πόλεις, ἀλλὰ καὶ βασιλεῖς ὑφʼ ἑτέρων ἀδικούμενοι βασιλέων κατέφευγον εἰς τὰς ἐκείνων χεῖρας, ὥστε ἐν βραχεῖ χρόνῳ, τάχα που καὶ θεοῦ συνεφαπτομένου, πάντʼ αὐτοῖς ὑπήκοα γενέσθαι, καὶ αὐτὸς δὲ μέγιστον ἐφρόνησεν ἐπὶ τῇ τῆς Ἑλλάδος ἐλευθερώσει. ἀνατιθεὶς γὰρ εἰς Δελφοὺς ἀσπίδας ἀργυρᾶς καὶ τὸν ἑαυτοῦ θυρεόν ἐπέγραψε· Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι κοῦροι, ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς, Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον. Ἑλλἠνωντεύξας παισὶν ἐλευθερίαν. ἀνέθηκε δὲ καὶ χρυσοῦν τῷ Ἀπόλλωνι στέφανον ἐπιγράψας. τόνδε τοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔοικε κεῖσθαι, Λατοΐδα, χρυσοφαῆ στέφανον, ὃν πόρεν Αἰνεαδᾶν ταγὸς μέγας. ἀλλʼ, ἑκάεργε, ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ. τῇ δʼ οὖν Κορινθίων πόλει πρὸς τοὺς Ἕλληνας τὸ αὐτὸ δὶς ἤδη συμβέβηκε· καὶ γὰρ Τίτος ἐν Κορίνθῳ τότε καὶ Νέρων αὖθις καθʼ ἡμᾶς ἐν Κορίνθῳ παραπλησίως Ἰσθμίων ἀγομένων τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκαν, ὁ μὲν διὰ κήρυκος, ὡς εἴρηται, Νέρων δὲ αὐτὸς ἐπὶ τῆς ἀγορᾶς ἀπὸ βήματος ἐν τῷ πλήθει δημηγορήσας. ἀλλὰ ταῦτα μὲν ὕστερον.