Ancient Greek · ~2 min
Chapter 13
Plutarch, Τίτος 13.1
Not analysed yet
ὁ δὲ Τίτος τότε καλλίστου καὶ δικαιοτάτου τοῦ πρὸς Νάβιν ἀρξάμενος πολέμου, τὸν Λακεδαιμονίων ἐξωλέστατον καὶ παρανομώτατον τύραννον, ἐν τῷ τέλει διεψεύσατο τὰς τῆς Ἑλλάδος ἐλπίδας, ἑλεῖν παρασχὸν οὐκ ἐθελήσας, ἀλλὰ σπεισάμενος καὶ προέμενος τὴν Σπάρτην ἀναξίως δουλεύουσαν, εἴτε δείσας μὴ τοῦ πολέμου μῆκος λαμβάνοντος ἄλλος ἀπὸ Ῥώμης ἐπελθὼν στρατηγὸς ἀνέληται τὴν δόξαν, εἴτε φιλονεικίᾳ καὶ ζηλοτυπίᾳ τῶν Φιλοποίμενος τιμῶν,