Ancient Greek · ~1 min
Chapter 15
Plutarch, Τίτος 15.1
Not analysed yet
ἐπεὶ δὲ ὁ Ἀντίοχος εἰς τὴν Ἑλλάδα ναυσὶ πολλαῖς καὶ στρατῷ περαιωθεὶς ἀφίστη τὰς πόλεις καὶ διεστασίαζεν, Αἰτωλῶν αὐτῷ συνεπιλαμβανομένων καὶ πάλαι διακειμένων πρὸς τὸν Ῥωμαίων δῆμον ἐχθρῶς καὶ πολεμικῶς, ὑπόθεσιν τοῦ πολέμου καὶ πρόφασιν διδόντων ἐλευθεροῦν τοὺς Ἕλληνας οὐδὲν δεομένους (ἐλεύθεροι γὰρ ἦσαν),