Ancient Greek
Chapter 15
Plutarch, Τίτος 15.2
Not analysed yet
ἀλλʼ εὐπρεπεστέρας αἰτίας ἀπορίᾳ τῷ καλλίστῳ τῶν ὀνομάτων χρῆσθαι διδασκόντων, καὶ σφόδρα δείσαντες οἱ Ῥωμαῖοι τὴν ἀνάστασιν καὶ δόξαν αὐτοῦ τῆς δυνάμεως, στρατηγὸν μὲν ὕπατον τοῦ πολέμου Μάνιον Ἀκίλιον κατέπεμψαν, πρεσβευτὴν δὲ Τίτον διὰ τοὺς Ἕλληνας, ὧν τοὺς μὲν εὐθὺς ὀφθεὶς ἐποίησε βεβαιοτέρους, τοὺς δὲ ἀρχομένους νοσεῖν ὥσπερ τι ἐν καιρῷ φάρμακον ἐνδιδοὺς τὴν πρὸς αὑτὸν εὔνοιαν ἔστησε καὶ διεκώλυσεν ἐξαμαρτεῖν.