Ancient Greek · ~2 min
16.3 to 16.4
Plutarch, Τίτος 16.3-4
Not analysed yet
οὕτω διασωθέντες οἱ Χαλκιδεῖς τὰ κάλλιστα καὶ μέγιστα τῶν παρʼ αὐτοῖς ἀναθημάτων τῷ Τίτῳ καθιέρωσαν, ὧν ἐπιγραφὰς ἔστι τοιαύτας ἄχρι νῦν ὁρᾶν ὁ δῆμος Τίτῳ καὶ Ἡρακλεῖ τὸ γυμνάσιον, ἑτέρωθι δὲ πάλιν, ὁ δῆμος Τίτῳ καὶ Ἀπόλλωνι τὸ Δελφίνιον. ἔτι δὲ καὶ καθʼ ἡμᾶς ἱερεὺς χειροτονητὸς ἀπεδείκνυτο Τίτου, καὶ θύσαντες αὐτῷ τῶν σπονδῶν γενομένων ᾄδουσι παιᾶνα πεποιημένον, οὗ τἆλλα διὰ μῆκος ἡμεῖς παρέντες ἀνεγράψαμεν ἃ παυόμενοι τῆς ᾠδῆς λέγουσι· πίστιν δὲ Ῥωμαίων σέβομεν, τὰν μεγαλευκτοτάταν ὅρκοις φυλάσσειν· μέλπετε κοῦραι, Ζῆνα μέγαν Ῥώμαν τε Τίτον θʼ ἅμα Ῥωμαίων τε πίστιν ἰήϊε Παιάν, ὦ Τίτε σῶτερ.