Ancient Greek · ~1 min
Chapter 17
Plutarch, Τίτος 17.1
Not analysed yet
ἦσαν δὲ καὶ παρά τῶν ἄλλων Ἑλλήνων τιμαὶ πρέπουσαι, καὶ τὸ τὰς τιμὰς ἀληθινὰς ποιοῦν, εὔνοια θαυμαστὴ διʼ ἐπιείκειαν ἤθους, καὶ γὰρ εἴ τισιν ἐκ πραγμάτων ἢ φιλοτιμίας ἕνεκα, καθάπερ Φιλοποίμενι καὶ πάλιν Διοφάνει στρατηγοῦντι τῶν Ἀχαιῶν, προσέκρουσεν, οὐκ ἦν βαρὺς οὐδʼ εἰς ἔργα διατείνων ὁ θυμός, ἀλλʼ ἐν λόγῳ παρρησίαν τινὰ πολιτικὴν ἔχοντι παυόμενος.