Ancient Greek
17.3 to 17.5
Plutarch, Τίτος 17.3-5
Not analysed yet
ἐπεὶ δὲ Δεινοκράτης ὁ Μεσσήνιος ἐν Ῥώμῃ παρά πότον μεθυσθεὶς ὠρχήσατο λαβὼν ἱμάτιον γυναικεῖον, τῇ δʼ ὑστεραίᾳ τὸν Τίτον ἠξίου βοηθεῖν αὐτῷ διανοουμένῳ τὴν Μεσσήνην ἀφιστάναι τῶν Ἀχαιῶν, ταῦτα μὲν ἔφη σκέψεσθαι, θαυμάζειν δὲ ἐκεῖνον, εἰ τηλικαύταις ἐπικεχειρηκὼς πράξεσιν ὀρχεῖσθαι δύναται παρά πότον καὶ ᾄδειν. πρὸς δὲ τοὺς Ἀχαιούς τῶν παρά Ἀντιόχου πρέσβεων πλῆθος τι τῆς βασιλικῆς στρατιᾶς καταλεγόντων καὶ καταριθμουμένων πολλὰς προσηγορίας, ὁ Τίτος ἔφη δειπνοῦντος αὐτοῦ παρά τῷ ξένῳ καὶ μεμφομένου τὸ πλῆθος τῶν κρεῶν καὶ θαυμάζοντος πόθεν οὕτω ποικίλης ἀγορᾶς εὐπόρησεν, εἰπεῖν τὸν ξένον, ὡς ὕεια πάντα ἐστί τῇ σκευασίᾳ, διαφέροντα καὶ τοῖς ἡδύσμασι. μὴ τοίνυν, ἔφη, μηδὲ ὑμεῖς, ὦ ἄνδρες Ἀχαιοὶ, θαυμάζετε τὴν Ἀντιόχου δύναμιν λογχοφόρους καὶ ξυστοφόρους καὶ πεζεταίρους ἀκούοντες πάντες γὰρ οὗτοι Σύροι εἰσίν ὁπλαρίοις διαφέροντες.