Ancient Greek
Chapter 17
Plutarch, Τίτος 17.2
Not analysed yet
πικρὸς μὲν οὖν οὐδενί, πολλοῖς δὲ ὀξὺς ἐδόκει καὶ κοῦφος εἶναι τὴν φύσιν, ἄλλως δὲ συγγενέσθαι πάντων ἥδιστος καὶ εἰπεῖν ἐπίχαρις μετὰ δεινότητος. Ἀχαιούς μὲν γὰρ σφετεριζομένους τὴν Ζακυνθίων νῆσον ἀποτρέπων ἔφη κινδυνεύσειν, ἂν ὥσπερ αἱ χελῶναι πορρωτέρω τὴν κεφαλὴν τῆς Πελοποννήσου προτείνωσι· Φιλίππου δέ, ὁπηνίκα περὶ σπονδῶν καὶ εἰρήνης τὸ πρῶτον εἰς λόγους συνῄεσαν, εἰπόντος μετὰ πολλῶν ἥκειν ἐκεῖνον, αὑτὸν δὲ μόνον, ὑπολαβὼν ὁ Τίτος, αὑτὸν γὰρ, ἔφη, μόνον ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.