Ancient Greek
2.11 to 2.23
Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 2.11-23
Not analysed yet
Ὑπὲρ τὰ Καλλικράτους: Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. εἴποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ, ὑπερβολικῶς ἔλεγον, ὑπὲρ τοὺς Καλλικράτους. ἄλλοι δέ φασι, **τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν: ἐπὶ τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἁπτομένων τῶν τελευταίων. Ἐπὶ σαυτῷ τὴν σελήνην καθέλκεις: αἱ τὴν σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν ποδῶν στερίσκεσθαι. ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων. Ἐν ὅλμῳ ἐκοιμήθην: οἱ ἐν ὅλμῳ κοιμηθέντες ἐπιθειαστικώτατοί εἶσιν. Χρυσὸς ὁ Κολοφώνιος: οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται. Κράδης ῥαγείσης: κράδη νῦν οὐχ ὁ σύκινος κλάδος, ἀλλ’ ἡ ἀγκυρὶς, ἀφ’ ἧς οἱ ὑποκριταὶ ἐν ταῖς τραγικαῖς σκηναῖς ἐξαρτῶνται, θεοῦ μιμούμενοι ἐπιφάνειαν, ζωστῆρσι καὶ ταινίαις κατειλημμένοι. ἐπὶ τῶν προςφανέντων αἰφνιδίως καὶ ἀσχημονούντων. Εἶτ’ ἐφ’ ὕδωρ κακόν: ἐπὶ τῶν δυςκληρούντων. ἐν γὰρ τοῖς δικαστηρίοις τὸ φαυλότατον τῶν ἔργων ἦν ὕδωρ διαμετρεῖν τοῖς δικαζομένοις. ἐγίνετο δὲ οὗτος ἀπὸ κλήρου. Ἠλιθιώτερος τοῦ Πραξίλλας Ἀδώνιδος: Πράξιλλα Σικυωνία μελοποιός· αὕτη τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰςάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλιστον καταλιπὼν ἥκοι, ἀποκρίνασθαι, ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. ἠλιθίου γὰρ παραβάλλειν τῷ ἡλίῳ τοὺς σικύους. Ἀμελὴς γωνία: χωρίον ἐστὶ περὶ τὴν Αιβύην καλούμενον Ἀμελὴς γωνία. Ἀσπένδιος κιθαριστής: ἐπὶ τῶν φιλοχρημάτων. οἱ γὰρ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδεμίαν φορὰν ἔξω φέρουσι, πάσας δ’ ἐντὸς ὀργάνων. οὕτω καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας ἕνεκα οἰκονομεῖ, ἕλκει δὲ ἐφ’ ἑαυτόν. †Εἴ τις περὶ πόλιν αἰγὶς λέγεται: τοὺς ἀνέδην περιϊόντος καὶ πλανωμένους ἐπέσκωπτον, Εὐρυκλῆς: ἐπὶ τῶν ἑαυτοῖς τινα καταμαντευομένων. Εὐρυκλῆς γάρ τις ἐγένετο μάντις ἐγγαστρίμυθος. Φώκου ἔρανος: κατὰ τῶν εὐωχίαν συναγόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γὰρ τὴν θυγατέρα ἔχων ἐπίγαμον, πολλῶν αὐτὴν μνηστευομένων, ἐράνους συνῆγεν ἑστιῶν τοὺς μνηστῆρας, καὶ ἀνεβάλλετο τὸν γάμον. ὀπγισθέντες οὖν ἐκεῖνοι ἐν τῷ συμποσίῳ ἀπέκτειναν τὸν Φῶκον.