Ancient Greek
2.24 to 2.31
Plutarch, Παροιμίαι αἷς Ἀλεξανδρεῖς ἐχρῶντο 2.24-31
Not analysed yet
Τὸ Πέρδικος σκέλος: ὁ Πέρδιξ κάπηλος Ἀθήνησι χωλὸς, καὶ κωμῳδούμενος ἐπὶ χωλότητι. Οὐχ ἡ Γλαύκου τέχνη: ἐπὶ τῶν εὖ εἰργασμένων καὶ δυςκατανοήτων. Γλαῦκος γάρ τις ἐγένετο Σάμιος δημιουργὸς, ὃς πρῶτος σιδήρου κόλλησιν ἐξεῦρεν. Ὡς τῶν Ἀργείων ἀσπίδα καθελὼν σεμνύνεται: λόχον φασὶν εἶναι ἐν Ἄργει ἀσπίδα καλούμενον ἐκ νέων πάνυ ἀκμαζόντων. Ἀμαλθείας κέρας: ἡ Ῥέα τεκοῦσα τὸν Δία ἔδωκεν Ἀμαλθείᾳ τρέφειν· ἡ δὲ οὐκ ἔχουσα γάλα, αἰγὶ ὑπέβαλεν αὐτόν. ὅθεν Αἰγίοχος ἐκλήθη. ὁ τοίνυν Ζεὺς τὴν μὲν αἶγα κατηστέρισε· τὸ δὲ ἕτερον τῶν κεράτων αὐτῆς ἀφελὼν παρέσχε τῇ Ἀμαλθείᾳ, παρασκευάσας γίγνεσθαι αὐτῇ ὃ ἂν παρὰ τοῦ κέρατος αἰτήσειε. ὅθεν τοὺς εὐδαίμονάς φασιν Ἀμαλθείας κέρας ἔχειν. Ἀφύας πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων. τὴν γὰρ ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει. Ἀεί τις ἐν Κύδωνος: ἐπὶ τῶν φιλοφρόνως καταδεχομένων τοὺς ξένους. ἀπὸ Κύδωνος Κορινθίου φιλοξένως διατεθέντος. Τί οὐ γενήσῃ ἰὼν εἰς Ἀρβέλας: Ἀρβέλαι πόλισμα Σικελῶν, εὐεξαπάτητοι δοκοῦντες οἱ ἐνοικοῦντες εἶναι. Ἐν Τεμέσῃ ἥρως: ὅτ’ ἀπαιτῶν τις αὐτὸς ὕστερον προςοφείλών εὑρεθῇ, ὁ ἐν Τεμέσῃ γέγονεν ἥρως. Πλουτάρχου παροιμίαι, αἷς Ἀλεξανδρεῖς ἐχρῶντο.