Ancient Greek · ~3 min
22.1 to 22.3
Plutarch, Ἀντώνιος 22.1-3
Not analysed yet
ὡς μέντοι διαβάντες ἥψαντο πολέμου καὶ παρεστρατοπέδευσαν τοῖς πολεμίοις, Ἀντωνίου μὲν ἀντιτεταγμένου Κασσίῳ, Βρούτῳ δὲ Καίσαρος, οὐθὲν ἔργον ἐφάνη μέγα τοῦ Καίσαρος, ἀλλʼ Ἀντώνιος ἦν ὁ νικῶν πάντα καὶ κατορθῶν. τῇ μέν γε προτέρᾳ μάχῃ Καῖσαρ ὑπὸ Βρούτου κατὰ κράτος ἡττηθεὶς ἀπέβαλε τὸ στρατόπεδον, καὶ μικρὸν ἔφθη τοὺς διώκοντας ὑπεκφυγών· ὡς δὲ αὐτὸς ἐν τοῖς ὑπομνήμασι γέγραφε, τῶν φίλων τινὸς ὄναρ ἰδόντος ἀνεχώρησε πρὸ τῆς μάχης. Ἀντώνιος δὲ Κάσσιον ἐνίκησε· καίτοι γεγράφασιν ἔνιοι μὴ παραγενέσθαι τῇ μάχῃ τὸν Ἀντώνιον, ἀλλὰ προσγενέσθαι μετὰ τὴν μάχην ἤδη διώκουσι. Κάσσιον δὲ Πίνδαρος τῶν πιστῶν τις ἀπελευθέρων αὐτοῦ δεομένου καὶ κελεύοντος ἔσφαξεν· οὐ γὰρ ἔγνω νενικηκότα Βροῦτον.