Ancient Greek · ~3 min
Chapter 22
Plutarch, Ἀντώνιος 22.4
Not analysed yet
ὀλίγων δὲ ἡμερῶν διαγενομένων πάλιν ἐμαχέσαντο· καὶ Βροῦτος μὲν ἡττηθεὶς ἑαυτὸν ἀνεῖλεν, Ἀντώνιος δὲ τῆς νίκης ἠνέγκατο τῇ δόξῃ τὸ πλεῖστον, ἅτε δὴ καὶ νοσοῦντος τοῦ Καίσαρος. ἐπιστὰς δὲ τῷ Βρούτου νεκρῷ μικρὰ μὲν ὠνείδισεν ὑπὲρ τῆς Γαΐου τοῦ ἀδελφοῦ τελευτῆς ʽἀνῃρήκει γὰρ ἐκεῖ νον ὁ Βροῦτος ἐν Μακεδονίᾳ Κικέρωνι τιμωρῶν̓, φήσας δὲ μᾶλλον Ὁρτήσιον ἢ Βροῦτον αἰτιᾶσθαι τῆς τοῦ ἀδελφοῦ σφαγῆς Ὁρτήσιον μὲν ἐκέλευσεν ἐπισφάξαι τῷ μνήματι, Βρούτῳ δὲ τὴν αὑτοῦ φοινικίδα πολλῶν χρημάτων ἀξίαν οὖσαν ἐπέρριψε, καὶ τῶν ἀπελευθέρων τινὶ τῶν ἑαυτοῦ προσέταξε τῆς ταφῆς ἐπιμεληθῆναι. τοῦτον ὕστερον γνοὺς οὐ συγκατακαύσαντα τὴν φοινικίδα τῷ νεκρῷ καὶ πολλὰ τῆς εἰς τὴν ταφὴν δαπάνης ὑφῃρημένον ἀπέκτεινεν.