Ancient Greek
Chapter 33
Plutarch, Ἀντώνιος 33.2
Not analysed yet
ἦν γάρ τις ἀνὴρ σὺν αὐτῷ μαντικὸς ἀπʼ Αἰγύπτου τῶν τὰς γενέσεις ἐπισκοπούντων, ὃς εἴτε Κλεοπάτρᾳ χαριζόμενος εἴτε χρώμενος ἀληθείᾳ πρὸς τὸν Ἀντώνιον ἐπαρρησιάζετο, λέγων τὴν τύχην αὐτοῦ λαμπροτάτην οὖσαν καὶ μεγίστην ὑπὸ τῆς Καίσαρος ἀμαυροῦσθαι, καὶ συνεβούλευε πορρωτάτω τοῦ νεανίσκου ποιεῖν ἑαυτόν. ὁ γὰρ σός, ἔφη, δαίμων τὸν τούτου φοβεῖται· καὶ γαῦρος ὢν καὶ ὑψηλὸς ὅταν ᾖ καθʼ ἑαυτόν, ὑπʼ ἐκείνου γίνεται ταπεινότερος ἐγγίσαντος καὶ ἀγεννέστερος.