Ancient Greek · ~2 min
Chapter 33
Plutarch, Ἀντώνιος 33.3
Not analysed yet
καὶ μέντοι τὰ γινόμενα τῷ Αἰγυπτίῳ μαρτυρεῖν ἐδόκει. λέγεται γὰρ ὅτι κληρουμένων μετὰ παιδιᾶς ἐφʼ ὅτῳ τύχοιεν ἑκάστοτε καὶ κυβευόντων ἔλαττον ἔχων ὁ Ἀντώνιος ἀπῄει. πολλάκις δὲ συμβαλόντων ἀλεκτρυόνας, πολλάκις δὲ μαχίμους ὄρτυγας, ἐνίκων οἱ Καίσαρος. ἐφʼ οἷς ἀνιώμενος ἀδήλως ὁ Ἀντώνιος καὶ μᾶλλόν τι τῷ Αἰγυπτίῳ προσέχων, ἀπῆρεν ἐκ τῆς Ἰταλίας, ἐγχειρίσας Καίσαρι τὰ οἰκεῖα· τὴν δὲ Ὀκταουίαν ἄχρι τῆς Ἑλλάδος ἐπήγετο θυγατρίου γεγονότος αὐτοῖς.