Ancient Greek · ~3 min
40.4 to 40.5
Plutarch, Ἀντώνιος 40.4-5
Not analysed yet
φασκόντων δὲ καὶ παρακαλούντων μὴ δεδιέναι μηδὲ ἀπιστεῖν, ἔπεμψέ τινας τῶν ἑταίρων πάλιν τὰς σημαίας ἀξιῶν ἀπολαβεῖν καὶ τοὺς αἰχμαλώτους, ὡς δὴ μὴ παντάπασιν ἀγαπᾶν τὸ σωθῆναι καὶ διαφυγεῖν νομισθείη. τοῦ δὲ Πάρθου ταῦτα μὲν ἐᾶν κελεύοντος, ἀπιόντι δὲ εὐθὺς εἰρήνην καὶ ἀσφάλειαν εἶναι φήσαντος, ὀλίγαις ἡμέραις συσκευασάμενος ἀνεζεύγνυεν. ὢν δὲ καὶ δήμῳ πιθανὸς ἐντυχεῖν καὶ στρατὸν ἄγειν διὰ λόγου παρʼ ὁντινοῦν τῶν τότε πεφυκώς, ἐξέλιπεν αὐτὸς αἰσχύνῃ καὶ κατηφείᾳ τὸ παραθαρρῦναι τὸ πλῆθος, Δομίτιον δὲ Ἀηνόβαρβον ἐκέλευε τοῦτο ποιῆσαι. καί τινες μὲν ἠγανάκτησαν ὡς ὑπερορώμενοι, τὸ δὲ πλεῖστον ἐπεκλάσθη καὶ συνεφρόνησε τὴν αἰτίαν· διὸ καὶ μᾶλλον ᾤοντο δεῖν ἀνταιδεῖσθαι καὶ πείθεσθαι τῷ στρατηγῷ.