Ancient Greek · ~4 min
41.1 to 41.3
Plutarch, Ἀντώνιος 41.1-3
Not analysed yet
μέλλοντος δὲ αὐτοῦ τὴν αὐτὴν ὁδὸν ἄγειν ὀπίσω πεδινὴν καὶ ἄδενδρον οὖσαν, ἀνὴρ τῷ γένει Μάρδος, πολλὰ τοῖς Πάρθων ἤθεσιν ἐνωμιληκώς, ἤδη δὲ Ῥωμαίοις πιστὸς ἐν τῇ μάχῃ τῇ περὶ τὰς μηχανὰς γεγονώς, Ἀντωνίῳ προσελθὼν ἐκέλευε φεύγειν ἐν δεξιᾷ τῶν ὀρῶν ἐπιλαβόμενον, καὶ μὴ στρατὸν ὁπλίτην καὶ βαρὺν ἐν δρόμοις γυμνοῖς καὶ ἀναπεπταμένοις ὑποβαλεῖν ἵππῳ τοσαύτῃ καὶ τοξεύμασιν, ὃ δὴ τεχνώμενον τὸν Φραάτην ἀναστῆσαι τῆς πολιορκίας αὐτὸν ὁμολογίαις φιλανθρώποις· ἔσεσθαι δὲ αὐτὸς ἡγεμὼν ὁδοῦ βραχυτέρας καὶ μᾶλλον εὐπορίαν τῶν ἐπιτηδείων ἐχούσης. ταῦτα ἀκούσας ὁ Ἀντώνιος ἐβουλεύετο, καὶ Πάρθοις μὲν οὐκ ἐβούλετο δοκεῖν ἀπιστεῖν μετὰ σπονδάς, τὴν δὲ συντομίαν τῆς ὁδοῦ καὶ τὸ παρὰ κώμας οἰκουμένας ἔσεσθαι τὴν πορείαν ἐπαινῶν πίστιν ᾔτει τὸν Μάρδον. ὁ δὲ δῆσαι παρεῖχεν αὑτὸν ἄχρι οὗ καταστήσῃ τὸν στρατὸν εἰς Ἀρμενίαν, καὶ δεθεὶς ἡγεῖτο δύο ἡμέρας καθʼ ἡσυχίαν. τῇ δὲ τρίτῃ παντάπασι τοὺς Πάρθους ἀπεγνωκότος Ἀντωνιου καὶ βαδίζοντος ἀνειμένως διὰ τὸ θαρρεῖν, ἰδὼν ὁ Μάρδος ἀπόχωσιν ἐμβολῆς ποταμοῦ νεωστὶ διεσπασμένην καὶ τὸ ῥεῦμα πολὺ πρὸς τὴν ὁδόν, ᾗ πορευτέον ἦν, ἐκχεόμενον,