Ancient Greek · ~2 min
Chapter 46
Plutarch, Ἀντώνιος 46.2
Not analysed yet
τούτοις τοῖς λόγοις ἀσπασμοί τε καὶ φιλοφροσύναι προσῆσαν, ὥστε πάλιν τοὺς Ῥωμαίους εὐθαρσεῖς γενέσθαι καὶ τὸν Ἀντώνιον ἀκούσαντα τῶν πεδίων ἐφίεσθαι μᾶλλον, ἀνύδρου λεγομένης εἶναι τῆς διὰ τῶν ὀρῶν. οὕτω δὲ ποιεῖν μέλλοντος ἧκεν ἀνὴρ ἐπὶ τὸ στρατόπεδον ἐκ τῶν πολεμίων ὄνομα Μιθριδάτης, ἀνεψιὸς Μοναίσου τοῦ παρʼ Ἀντωνίῳ γενομένου καὶ τὰς τρεῖς πόλεις δωρεὰν λαβόντος. ἠξίου δὲ αὐτῷ προσελθεῖν τινα τῶν Παρθιστὶ διαλεχθῆναι δυναμένων ἢ Συριστί.