Ancient Greek · ~2 min
46.3 to 46.4
Plutarch, Ἀντώνιος 46.3-4
Not analysed yet
καὶ προσελθόντος Ἀλεξάνδρου τοῦ Ἀντιοχέως, ὃς ἦν Ἀντωνίῳ συνήθης, ὑπειπὼν ὃς εἴη, καὶ Μοναίσῃ τὴν χάριν ἀνάπτων, ἠρώτησε τὸν Ἀλέξανδρον εἰ λόφους συνεχεῖς καὶ ὑψηλοὺς ὁρᾷ πρόσωθεν. φήσαντος δὲ ὁρᾶν, ὑπʼ ἐκείνοις, ἔφη πανστρατιᾷ Πάρθοι λοχῶσιν ὑμᾶς. τὰ γὰρ μεγάλα πεδία τῶν λόφων τούτων ἐξήρτηται, καὶ προσδοκῶσιν ὑμᾶς ἐξηπατημένους ὑπʼ αὐτῶν ἐνταῦθα τρέψεσθαι, τὴν διὰ τῶν ὀρῶν ἀπολιπόντας. ἐκείνη μὲν οὖν ἔχει δίψος καὶ πόνον ὑμῖν συνήθη, ταύτῃ δὲ χωρῶν Ἀντώνιος ἴστω τὰς Κράσσου τύχας αὐτὸν ἐκδεχομένας.