Ancient Greek · ~2 min
47.3 to 47.4
Plutarch, Ἀντώνιος 47.3-4
Not analysed yet
καὶ τὸ δίψος ἐπέτεινεν ὁ ἀγών· ἀμυνόμενοι γὰρ ἅμα προῆγον. οἱ δὲ πρῶτοι βαδίζοντες ἐντυγχάνουσι ποταμῷ ψυχρὸν μὲν ἔχοντι καὶ διαυγές, ἁλμυρὸν δὲ καὶ φαρμακῶδες ὕδωρ, ὃ ποθὲν εὐθὺς ὀδύνας ἑλκομένης τῆς κοιλίας καὶ τοῦ δίψους ἀναφλεγομένου παρ χε. καὶ ταῦτα τοῦ Μάρδου προλέγοντος οὐδὲν ἧττον ἐκβιαζόμενοι τοὺς ἀνείργοντας ἔπινον. Ἀντώνιος δὲ περιϊὼν ἐδεῖτο βραχὺν ἐγκαρτερῆσαι χρόνον· ἕτερον γὰρ οὐ πόρρω ποταμὸν εἶναι πότιμον, εἶτα τὴν λοιπὴν ἄφιππον καὶ τραχεῖαν, ὥστε παντάπασιν ἀποστρέψασθαι τοὺς πολεμίους. ἅμα δὲ καὶ τοὺς μαχομένους ἀνεκαλεῖτο καὶ κατάζευξιν ἐσήμαινεν, ὡς σκιᾶς γοῦν μεταλάβοιεν οἱ στρατιῶται.