Ancient Greek · ~2 min
Chapter 47
Plutarch, Ἀντώνιος 47.2
Not analysed yet
οὕτω δὴ τραπόμενος ταύτην ἦγε νυκτός, ὕδωρ ἐπιφέρεσθαι κελεύσας. ἀγγείων δὲ ἦν ἀπορία τοῖς πολλοῖς· διὸ καὶ τὰ κράνη πιμπλάντες ὕδατος ἐκόμιζον, οἱ δὲ διφθέραις ὑπολαμβάνοντες. ἤδη δὲ προχωρῶν ἀγγέλλεται τοῖς Πάρθοις καὶ παρὰ τὸ εἰωθὸς ἔτι νυκτὸς ἐδίωκον. ἡλίου δὲ ἀνίσχοντος ἥπτοντο τῶν ἐσχάτων ἀγρυπνίᾳ καὶ πόνῳ κακῶς διακειμένων· τεσσαράκοντα γὰρ καὶ διακοσίους ἐν τῇ νυκτὶ σταδίους κατηνύκεισαν· καὶ τὸ μὴ προσδοκῶσιν οὕτω ταχέως ἐπελθεῖν τοὺς πολεμίους ἀθυμίαν παρεῖχε.