Ancient Greek · ~2 min
Chapter 69
Plutarch, Ἀντώνιος 69.1
Not analysed yet
Ἀντώνιος δὲ Λιβύης ἁψάμενος καὶ Κλεοπάτραν εἰς Αἴγυπτον ἐκ Παραιτονίου προπέμψας αὐτὸς ἀπέλαυεν ἐρημίας ἀφθόνου, σὺν δυσὶ φίλοις ἀλύων καὶ πλανώμενος, Ἕλληνι μὲν Ἀριστοκράτει ῥητορικῷ, Ῥωμαίῳ δὲ Λουκιλλίῳ, περὶ οὗ δι’ ἑτέρων γεγράφαμεν ὡς ἐν Φιλίπποις, ὑπὲρ τοῦ διαφυγεῖν Βροῦτον, αὐτὸς αὑτόν, ὡς δὴ Βροῦτος ὤν, ἐνεχείρισε τοῖς διώκουσι, καὶ διασωθεὶς ὑπʼ Ἀντωνίου διὰ τοῦτο, πιστὸς αὐτῷ καὶ βέβαιος ἄχρι τῶν ἐσχάτων καιρῶν παρέμεινεν.