Ancient Greek · ~2 min
Chapter 69
Plutarch, Ἀντώνιος 69.2
Not analysed yet
ἐπεὶ δὲ καὶ τὴν ἐν Λιβύνͅ δύναμιν ὁ πεπιστευμένος ἀπέστησεν, ὁρμήσας ἑαυτὸν ἀνελεῖν καὶ διακωλυθεὶς ὑπὸ τῶν φίλων καὶ κομισθεὶς εἰς Ἀλεξάνδρειαν εὗρε Κλεοπάτραν ἐπιτολμῶσαν ἔργῳ παραβόλῳ καὶ μεγάλῳ. τοῦ γὰρ εἴργοντος ἰσθμοῦ τὴν ἐρυθρὰν ἀπὸ τῆς κατʼ Αἴγυπτον θαλάσσης καὶ δοκοῦντος Ἀσίαν καὶ Λιβύην ὁρίζειν, ᾗ σφίγγεται μάλιστα τοῖς πελάγεσι καὶ βραχύτατος εὖρός ἐστι, τριακοσίων σταδίων ὄντων, ἐνεχείρησεν ἄρασα τὸν στόλον ὑπερνεωλκῆσαι,