Ancient Greek · ~2 min
Chapter 81
Plutarch, Ἀντώνιος 81
Not analysed yet
τῶν δὲ Ἀντωνίου παίδων ὁ μὲν ἐκ Φουλβίας Ἄντυλλος ὑπὸ Θεοδώρου τοῦ παιδαγωγοῦ παραδοθεὶς ἀπέθανε· καὶ τὴν κεφαλὴν αὐτοῦ τῶν στρατιωτῶν ἀποτεμόντων, ὁ παιδαγωγὸς ἀφελὼν ὃν ἐφώρει περὶ τῷ τραχήλῳ πολυτιμότατον λίθον εἰς τὴν ζώνην κατέρραψεν· ἀρνησάμενος δὲ καὶ φωραθεὶς ἀνεσταυρώθη. τὰ δὲ Κλεοπάτρας παιδία φρουρούμενα μετὰ τῶν τρεφόντων ἐλευθέριον εἶχε δίαιταν. Καισαρίωνα δὲ τὸν ἐκ Καίσαρος γεγονέναι λεγόμενον ἡ μὲν μήτηρ ἐξέπεμψε μετὰ χρημάτων πολλῶν εἰς τὴν Ἰνδικὴν δι’ Αἰθιοπίας, ἕτερος δὲ παιδαγωγὸς ὅμοιος Θεοδώρῳ Ῥόδων ἀνέπεισεν ἐπανελθεῖν, ὡς Καίσαρος αὐτὸν ἐπὶ βασιλείαν καλοῦντος. βουλευομένου δὲ Καίσαρος Ἄρειον εἰπεῖν λέγουσιν· οὐκ ἀγαθὸν πολυκαισαρίη.