Ancient Greek · ~1 min
Ανδροκλειδου
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-13
Not analysed yet
Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς δʼ ἐνίσταντό τινες διακωλύοντες ὅτι ἐπεπήρωτο, ἀλλʼ οὐ φεύγοντα, εἶπε, μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι. ʼ ʼ