Ancient Greek · ~1 min
1 to 2
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-18-2
Not analysed yet
Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χάριλλον, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, καὶ πῶς τις, ἔφη, δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη; ν μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον αὐτῶν οὐδὲν ἔλεγεν, ἀγνοεῖν μοι δοκεῖς, εἶπεν, ὅτι ὁ εἰδὼς λόγον καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.