Ancient Greek · ~2 min
1 to 3
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-2-3
Not analysed yet
Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέρῃ, ἔφη, εἰ μὲν πολὺς οἶνός ἐστι παρεσκευασμένος, ὅσον ἕκαστος αἰτεῖ· εἰ δὲ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσιν. κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, ὡς σφόδρα πονηρός, εἶπεν, ἅνθρωπος, εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος. ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, οὐδὲ σκυτοτόμον, ἔφησεν, εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησιν.