Ancient Greek · ~1 min
1 to 2
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-34-2
Not analysed yet
Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τ ι τοὺς περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ τοῖς νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ὅτι, ἔφη, συνεθίζεσθαι δεῖ ταῖς ἀνδραγαθίαις κρεῖττον ὂν ἢ ταῖς γραφαῖς προσέχειν. Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείττων τῆς εἰρήνης ὁ πόλεμος, οὐ μὰ τοὺς θεούς, ἔφη, ἀλλὰ τούτοις κρείττων ὁ θάνατος τῆς ζωῆς.