Ancient Greek · ~1 min
Θεμιστεου
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-37
Not analysed yet
Θεμιστέας προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ, μάντις ὤν· ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δʼ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλʼ εἶπε, μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος.