Ancient Greek · ~7 min
1 to 8
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-45-8
Not analysed yet
Κλεομένης ὁ Ἀναξανδρίδου τὸν μὲν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητὴν ἔφη, τὸν δὲ Ἡσίοδον τῶν εἰλώτων· τὸν μὲν γὰρ ὡς χρὴ πολεμεῖν, τὸν δὲ ὡς χρὴ γεωργεῖν παρηγγελκέναι. ἀνοχὰς δὲ ἑφθημέρους πρὸς Ἀργείους ποιησάμενος, φυλάξας αὐτούς, τῇ τρίτῃ νυκτὶ κοιμωμένοις διὰ τὸ πεποιθέναι ταῖς σπονδαῖς ἐπέθετο· καὶ τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ αἰχμαλώτους ἔλαβεν. ὀνειδιζόμενος δὲ ἐπὶ τῇ παραβάσει τῶν ὅρκων, οὐκ ἔφη προσομωμοκέναι ταῖς ἡμέραις τὰς νύκτας· ἄλλως τε καὶ ὅ τι ἂν κακόν τις ποιῇ τοὺς πολεμίους, τοῦτο καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις δίκης ὑπέρτερον νομίζεσθαι. συνέβη δʼ αὐτῷ τοῦ μὲν Ἄργους, σιʼ ὃ παρεσπόνδησεν, ἀποπεσεῖν διὰ τὸ τὰς γυναῖκας τὰ ἀπὸ τῶν ἱερῶν καθελούσας ὅπλα τούτοις αὐτὸν ἀμύνεσθαι· καὶ ὕστερον δὲ τῶν φρενῶν ἔξω γενόμενον δράξασθαί τινος μαχαιρίου καὶ αὑτὸν ἀνατεμεῖν ἀπὸ τῶν σφυρῶν ἕως ἐπὶ τοὺς καιρίους τόπους, καὶ οὕτως ἐκλιπεῖν τὸν βίον γελῶντα καὶ σεσηρότα. τοῦ δὲ μάντεως ἀποτρέποντος ʼ μὴ ἄγειν ἐπὶ τὴν Ἀργείων πόλιν τὸ στράτευμα, τὴν γὰρ ἐπάνοδον αἰσχρὰν γενήσεσθαι, προσελθὼν τῇ πόλει ὡς τὰς μὲν πύλας κεκλεισμένας εἶδε, τὰς δὲ γυναῖκας ἐπὶ τῶν τειχῶν, αὕτη σοι, ἔφη, ἡ ἐπάνοδος αἰσχρὰ φαίνεται εἶναι, ἐν ᾗ τῶν ἀνδρῶν τεθνηκότων αἱ γυναῖκες τὰς πύλας κεκλείκασιν; ν πρὸς δὲ τοὺς λοιδοροῦντας αὐτὸν τῶν Ἀργείων ὡς ἐπίορκον καὶ ἀσεβῆ, τοῦ μὲν κακῶς με λέγειν, ἔφη, ὑμεῖς κύριοι, τοῦ δὲ κακῶς ὑμᾶς ποιεῖν ἐγώ. τοῖς δὲ ἀπὸ τῆς Σάμου πρέσβεσι παρακαλοῦσιν αὐτὸν Πολυκράτει τῷ τυράννῳ πολεμεῖν καὶ διὰ τοῦτο μακρολογοῦσιν, ὧν εἰρήκατε, ἔφη, τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, διὰ τοῦτο δὲ καὶ τὰ μέσα οὐ συνίημι τὰ δʼ ἐπὶ πᾶσιν οὐ δοκιμάζω. Πειρατοῦ δὲ καταδραμόντος τὴν χώραν καί, ὡς ἑάλω, λέγοντος ὅτι τροφὴν οὐκ εἶχον τοῖς στρατιώταις παρέχειν, πρὸς τοὺς ἔχοντας οὖν, ἑκοντὶ δʼ οὐκ ἂν δόντας, βίᾳ ληψόμενος ἦλθον, ἔφη, σύντομος ἡ πονηρία.