Ancient Greek · ~1 min
1 to 2
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-57-2
Not analysed yet
Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τεῖχος ἐχυρόν, εἶπε, νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις. ἐν Ἀκαδημείᾳ δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι οὗτοι εἶναι, τί δʼ ἄλλο, ἔφη, ἢ σπουδαῖοι; ὄφελος δʼ οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς.