Ancient Greek · ~1 min
1 to 2
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-63-2
Not analysed yet
Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος τοῖς ἐχθροῖς συχνά, οὐ συνίης, ἔφη, τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος; Ἐξάγοντος δʼ αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει, οὐκ ἔφη, ἀλλʼ ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζειν.