Ancient Greek · ~2 min
1 to 4
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-67-4
Not analysed yet
Τήλεκλος πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς αὐτόν, εἰ μὴ αὐτῷ, ἔφη, λεκτὸν ἦν, οὐκ ἂν ἔλεγεν. εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε, σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ. ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρʼ αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι, ὅπως, ἔφη, περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας. πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη, οὐ πλείω τῆς ἱκανῆς.