Ancient Greek · ~2 min
Λυκούργου
Plutarch, Ἀποφθέγματα Λακωνικά 13-3
Not analysed yet
μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρθένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, ἵνʼ, ἔφη, τὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν, δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν. ὅθεν καὶ περὶ Γοργοῦς ἱστορεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον εἰπούσης γάρ τινος, ὡς ἔοικε ξένης, πρὸς αὐτὴν ὡς μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι, ἀπεκρίνατο, μόναι γάρ ἡμεῖς ἄνδρας τίκτομεν.