Ancient Greek
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 15
Not analysed yet
Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν ὡς δʼ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος· τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος τρέσας τὸ τοῦ καλοῦ ἐντὸς φιλήματος ἐλθεῖν, κἂν μὴ ἀποδειλιᾷ, ἥξειν ἐκεῖνον, χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας οὐδέν, ἔφη, δεῖ πείθειν ἐκεῖνον ἡμᾶς· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι, ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.