Ancient Greek
Κλεομένους τοῦ Ἀναξανδρίδου
Plutarch, Ἀποφθέγματα Λακωνικά 16-2
Not analysed yet
Μαιανδρίου δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα ἐκεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζομένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους, ἄμεινον ἔφη εἶναι τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι. οἱ δὲ ὑπακούσαντες ἐξεκήρυξαν τὸν Μαιάνδριον αὐτῆς ἡμέρας.