Ancient Greek · ~4 min
3 to 6
Plutarch, Ἀποφθέγματα Λακωνικά 3-6
Not analysed yet
ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, ἐλεύθεροι μὲν, ἔφη, κακοί, δοῦλοι δὲ ἀγαθοί. τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρατιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ ξένια ἀντέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαιμονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν. μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε, καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον. Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ ι νίκην τῷ δὲ στρατηγοῦντι θάνατον, οὐδὲν καταπλαγεὶς εἶπεν, οὐ παρʼ ἕνα τὰ Σπάρτας· ἀποθανόντος γάρ μου οὐδὲν ἡ πατρὶς ἐλαττωθήσεται· εἴξαντος δὲ τοῖς πολεμίοις, ἐλαττωθήσεται. ἀποδείξας οὖν ἀνθʼ ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος τελευτᾷ.