Ancient Greek · ~4 min
43 to 46
Plutarch, Ἀποφθέγματα Λακωνικά 43-46
Not analysed yet
τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δʼ ἐκείνου βουλεύσεσθαι, βουλευέσθω τοίνυν, εἶπεν, ἡμεῖς δὲ πορευσόμεθα. θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν. τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν εἰς δὲ Λάρισαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισαν· ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θετταλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον ὑποσπόνδους αὐτοὺς ἀπέλαβεν. πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς οὐδʼ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, φεῦ τᾶς Ἑλλάδος, ἔφη, ἃ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας. Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ· καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησεν.