Ancient Greek · ~2 min
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 75
Not analysed yet
ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπαμεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρείους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν εἰ οὖν τοῦτον ἀνέλοιεν, ῥᾷστα τοὺς ἄλλους ὑποχειρίους ποιήσειν ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς ἀξίους. ὃ καὶ συνέβη τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων, παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.