Ancient Greek · ~4 min
30.2 to 30.5
Plutarch, Ἄρατος 30.2-5
Not analysed yet
ἅμα δὲ ζηλῶν εὐημεροῦντα καὶ δεδοικὼς ἐπιβουλεύοντα τὸν Ἄρατον ὥρμησε καλλίστην ὁρμὴν μεταβαλόμενος, πρῶτον μὲν ἑαυτὸν ἐλευθερῶσαι μίσους καὶ φόβου καὶ φρουρᾶς καὶ δορυφόρων, εἶτα τῆς πατρίδος εὐεργέτης γενέσθαι καὶ μεταπεμψάμενος τὸν Ἄρατον ἀφῆκε τὴν ἀρχήν, καὶ τὴν πόλιν εἰς τοὺς Ἀχαιοὺς μετεκόμισεν. ἐφʼ οἷς μεγαλύνοντες αὐτὸν οἱ Ἀχαιοὶ στρατηγὸν εἵλοντο. φιλοτιμούμενος δὲ εὐθὺς ὑπερβαλεῖν δόξῃ τὸν Ἄρατον ἄλλας τε πολλὰς πράξεις οὐκ ἀναγκαίας εἶναι δοκούσας καὶ στρατείαν ἐπὶ Λακεδαιμονίους παρήγγελλεν. ἐνιστάμενος δὲ ὁ Ἄρατος αὐτῷ φθονεῖν ἐδόκει· καὶ τό γε δεύτερον ὁ Λυδιάδης στρατηγὸς ᾑρέθη, ἀντιπράττοντος ἄντικρυς Ἀράτου καὶ σπουδάζοντος ἑτέρῳ παραδοθῆναι τὴν ἀρχήν, αὐτὸς μὲν γὰρ, ὡς εἴρηται, παρʼ ἐνιαυτὸν ἦρχε. μέχρι μὲν οὖν τρίτης στρατηγίας ὁ Λυδιάδης εὖ φερόμενος διετέλει καὶ παρʼ ἐνιαυτὸν ἦρχεν ἐναλλὰξ τῷ Ἀράτῳ στρατηγῶν· φανερὰν δὲ ἐξενεγκάμενος ἔχθραν καὶ πολλάκις αὐτοῦ κατηγορήσας ἐν τοῖς Ἀχαιοῖς ἀπερρίφη καὶ παρώφθη, πεπλασμένῳ δοκῶν ἤθει πρὸς ἀληθινὴν καὶ ἀκέραιον ἀρετὴν ἁμιλλᾶσθαι. καὶ καθάπερ τῷ κόκκυγί φησιν Αἴσωπος, ἐρωτῶντι τοὺς λεπτοὺς ὄρνιθας ὅ τι φεύγοιεν αὐτόν, εἰπεῖν ἐκείνους ὡς ἔσται ποτὲ ἱέραξ, οὕτως ἔοικε τῷ Λυδιάδῃ παρακολουθεῖν ἐκ τῆς τυραννίδος ὑποψία βλάπτουσα τὴν φύσιν αὐτοῦ τῆς μεταβολῆς.