Ancient Greek · ~2 min
Chapter 31
Plutarch, Ἄρατος 31.1
Not analysed yet
ὁ δὲ Ἄρατος εὐδοκίμησε καὶ περὶ τὰς Αἰτωλικὰς πράξεις, ὅτε συμβαλεῖν μὲν αὐτοῖς πρὸ τῆς Μεγαρικῆς ὡρμημένων τῶν Ἀχαιῶν, καὶ τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἄγιδος ἀφικομένου μετὰ δυνάμεως καὶ συνεξορμῶντος ἐπὶ τὴν μάχην τοὺς Ἀχαιούς, ἐναντιωθεὶς καὶ πολλὰ μὲν ὀνείδη, πολλὰ δʼ εἰς μαλακίαν καὶ ἀτολμίαν καὶ σκώμματα καὶ χλευασμὸν ὑπομείνας οὐ προήκατο τὸν τοῦ συμφέροντος λογισμὸν διὰ τὸ φαινόμενον αἰσχρόν, ἀλλὰ παρεχώρησε τοῖς πολεμίοις ὑπερβαλοῦσι τὴν Γεράνειαν ἀμαχεὶ παρελθεῖν εἰς Πελοπόννησον.