Ancient Greek · ~2 min
35.4 to 35.5
Plutarch, Ἄρατος 35.4-5
Not analysed yet
ὁ δὲ εὐημερῶν παρὰ τοῖς Ἀχαιοῖς καὶ βουλόμενος εἰς τὴν Λακωνικὴν ἐμβαλεῖν ἐκάλει τὸν Ἄρατον ἐξ Ἀθηνῶν, ὁ δὲ ἔγραφε μὲν αὐτῷ τὴν στρατείαν ἀπαγορεύων καὶ τῷ Κλεομένει θράσος ἔχοντι καὶ παραβόλως αὐξανομένῳ συμπλέκεσθαι τοὺς Ἀχαιοὺς μὴ βουλόμενος, ὡρμημένου δὲ πάντως ὑπήκουσε καὶ παρὼν συνεστράτευεν. ὅτε δὴ καὶ κωλύσας περὶ τὸ Παλλάντιον τοῦ Κλεομένους ἐπιφανέντος αὐτοῖς μάχην συνάψαι τὸν Ἀριστόμαχον ὑπὸ Λυδιάδου κατηγορήθη, καὶ περὶ τῆς στρατηγίας εἰς ἀγῶνα καὶ ἀντιπαραγγελίαν αὐτῷ καταστάς ἐκράτησε τῇ χειροτονίᾳ καὶ τὸ δωδέκατον ᾑρέθη στρατηγός.