Ancient Greek · ~2 min
36.1 to 36.2
Plutarch, Ἄρατος 36.1-2
Not analysed yet
ἐν ταύτῃ τῇ στρατηγίᾳ περὶ τὸ Λύκαιον ἡττηθεὶς ὑπὸ τοῦ Κλεομένους ἔφυγε· καὶ πλανηθεὶς νυκτὸς ἔδοξε μὲν τεθνάναι καὶ πάλιν οὗτος ὁ λόγος κατʼ αὐτοῦ πολὺς ἐξεφοίτησεν εἰς τοὺς Ἕλληνας· ἀνασωθεὶς δὲ καὶ τοὺς στρατιώτας συναγαγών οὐκ ἠγάπησεν ἀσφαλῶς ἀπελθεῖν, ἀλλʼ ἄριστα τῷ καιρῷ χρησάμενος οὐδενὸς προσδοκῶντος οὐδὲ συλλογιζομένου τὸ μέλλον ἐξαίφνης ἐπέπεσε Μαντινεῦσι συμμάχοις οὖσι τοῦ Κλεομένους· καὶ τὴν πόλιν ἑλών φρουρὰν ἐνέβαλε καὶ τοὺς μετοίκους πολίτας ἐποίησεν αὐτῶν, καὶ μόνος ἃ νικῶντες οὐκ ἂν ῥᾳδίως ἔσχον ἐκτήσατο νενικημένοις τοῖς Ἀχαιοῖς.