Ancient Greek · ~2 min
39.1 to 39.2
Plutarch, Ἄρατος 39.1-2
Not analysed yet
ἀπέβαλον δʼ οὖν οἱ Ἀχαιοὶ τὴν Μαντίνειαν, πάλιν ἑλόντος αὐτὴν τοῦ Κλεομένους, καὶ μάχῃ μεγάλῃ περὶ τὸ Ἑκατόμβαιον ἡττηθέντες οὕτω κατεπλάγησαν ὥστε πέμπειν εὐθὺς ἐφʼ ἡγεμονίᾳ τὸν Κλεομένη καλοῦντες εἰς Ἄργος. ὁ δὲ Ἄρατος ὡς ᾔσθετο βαδίζοντα καὶ περὶ Λέρναν ὄντα μετὰ τῆς δυνάμεως, φοβηθεὶς ἀπέστελλε πρέσβεις τοὺς ἀξιοῦντας ὡς παρὰ φίλους καὶ συμμάχους αὐτὸν ἥκειν μετὰ τριακοσίων, εἰ δὲ ἀπιστεῖ, λαβεῖν ὁμήρους, ταῦτα ὕβριν εἶναι καὶ χλευασμὸν αὑτοῦ φήσας ὁ Κλεομένης ἀνέζευξεν, ἐπιστολὴν γράψας τοῖς Ἀχαιοῖς ἐγκλήματα πολλὰ κατὰ τοῦ Ἀράτου καὶ διαβολὰς ἔχουσαν.